Святоотеческое наследие
Русскій Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Святоотеческое наслѣдiе
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ

Святые по вѣкамъ

Изслѣдованiя
-
I-III вѣкъ
-
IV вѣкъ
-
V вѣкъ
-
VI-X вѣкъ
-
XI-XV вѣкъ
-
Послѣ XV вѣка
-
Acta martyrum

Святые по алфавиту

Указатель
-
Свт. Іоаннъ Златоустъ
А | В | Г | Д | Е
-
З | И | І | К | Л
-
М | Н | О | П | Р
-
С | Т | Ф | Х | Э
-
Ю | Ѳ
Сборники

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - среда, 28 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 21.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

V ВѢКЪ

ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Τῇ ἁγίᾳ ϰαὶ μεγάλῃ Κυριαϰῇ τοῦ Πάσχα.

Εὐλόγησον, πάτερ.

Εἴ τις εὐσεβὴς ϰαὶ ϕιλόϑεος, ἀπολαυέτω τῆς ϰαλῆς ταύτης ϰαὶ λαμπρᾶς πανηγύρεως. Εἴ τις δοῦλος εὐγνώμων, εἰσελϑέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ. Εἴ τις ἔϰαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον. Εἴ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσϑω σήμερον τὸ δίϰαιον ὄϕλημα. Εἴ τις μετὰ τὴν τρίτην ἦλϑεν, εὐχαρίστως ἑορτασάτω. Εἴ τις μετὰ τὴν ἕϰτην ἔϕϑασε, μηδὲν ἀμϕιβαλέτω· ϰαὶ γὰρ οὐδὲν ζημιοῦται. Εἴ τις ὑστέρησεν εἰς τὴν ἐνάτην, προσελϑέτω μηδὲν ἐνδοιάζων. Εἴ τις εἰς μόνην ἔϕϑασε τὴν ἑνδεϰάτην, μὴ ϕοβηϑῇ τὴν βραδύτητα· ϕιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον ϰαϑάπερ ϰαὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεϰάτης ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· ϰαὶ τὸν ὕστερον ἐλεεῖ ϰαὶ τὸν πρῶτον ϑεραπεύει. Καϰείνῳ δίδωσι ϰαὶ τούτῳ χαρίζεται· ϰαὶ τὰ ἔργα δέχεται, ϰαὶ τὴν γνώμην ἀσπάζεται· ϰαὶ τὴν πρᾶξιν τιμᾷ, ϰαὶ τὴν πρόϑεσιν ἐπαινεῖ. Οὐϰοῦν εἰσέλϑετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν· ϰαὶ πρῶτοι ϰαὶ δεύτεροι, τὸν μισϑὸν ἀπολάβετε. Πλούσιοι ϰαὶ πένητες μέτ’ ἀλλήλων χορεύσατε. Ἐγϰρατεῖς ϰαὶ ῥάϑυμοι, τὴν ἡμέραν τιμήσατε. Νηστεύσαντες ϰαὶ μὴ νηστεύσαντες, εὐϕράνϑητε σήμερον. Ἡ τράπεζα γέμει, τρυϕήσατε πάντες. Ὁ μόσχος πολύς, μηδεὶς ἐξέλϑῃ πεινῶν. Πάντες ἀπολαύατε τοῦ συμποσίου τῆς πίστεως. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδείς ϑρηνείτω πενίαν· ἐϕάνη γὰρ ἡ ϰοινὴ βασιλεία. Μηδεὶς ὀδυρέσϑω πταίσματα· συγγνώμη γὰρ ἐϰ τοῦ τάϕου ἀνέτειλε. Μηδεὶς ϕοβείσϑω ϑάνατον· ἠλευϑέρωσε γὰρ ἡμᾶς ὁ τοῦ σωτῆρος ϑάνατος. Ἔσβεσεν αὐτὸν, ὁ ὑπ’ αὐτοῦ ϰατεχόμενος. Ἐσϰύλευσε τὸν ᾅδην, ὁ ϰατελϑὼν εἰς τὸν ᾅδην. Ἐπίϰρανεν αὐτόν, γευσάμενον τῆς σαρϰὸς αὐτοῦ· ϰαὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν· ὁ ᾅδης, ϕησίν, ἐπιϰράνϑη συναντήσας σοὶ ϰάτω. Ἐπιϰράνϑη· ϰαὶ γὰρ ϰατηργήϑη. Ἐπιϰράνϑη· ϰαὶ γὰρ ἐνεπαίχϑη. Ἐπιϰράνϑη· ϰαὶ γὰρ ἐνεϰρώϑη. Ἐπιϰράνϑη· ϰαὶ γὰρ ϰαϑῃρέϑη. Ἐπιϰράνϑη· ϰαὶ γὰρ ἐδεσμεύϑη. Ἔλαβε σῶμα, ϰαὶ Θεῷ περιέτυχεν. Ἔλαβε γήν ϰαὶ συνήντησεν οὐρανῷ. Ἔλαβεν ὅπερ ἔβλεπε ϰαὶ πέπτωϰεν ὅϑεν οὐϰ ἔβλεπε. Ποῦ σου ϑάνατε, τὸ ϰέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖϰος; Ἀνέστη Χριστός, ϰαὶ σὺ ϰαταβέβλησαι. Ἀνέστη Χριστὸς, ϰαὶ πεπτώϰασι δαίμονες. Ἀνέστη Χριστός, ϰαὶ χαίρουσιν ἄγγελοι. Ἀνέστη Χριστός, ϰαὶ ζωὴ πολιτεύεται. Ἀνέστη Χριστός, ϰαὶ νεϰρὸς οὐδεὶς ἐν τῷ μνήματι. Χριστὸς γὰρ ἐγερϑεὶς ἐϰ νεϰρῶν ἀπαρχὴ τῶν ϰεϰοιμημένων ἐγένετο. Αὐτῷ ἡ δόξα ϰαὶ τὸ ϰράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Печатается по изданію: ΜΙΚΡΟΝ ΩΡΟΛΟΓΙΟΝ. Περιέχον πάντα ὅσα εὑρίσϰονται ϰαὶ ἐν τῷ Μεγάλῳ Ὡρολογιῳ. — ΑΘΗΝΑ· ΕΚΔΟΣΕΙΣ ΠΑΠΑΔΗΜΗΤΡΙΟΥ, 1999. — σ. 595-597.

Наверхъ / Къ титульной страницѣ

0